- 텍스트

Plutarch, De Pythiae oraculis, section 20

(플루타르코스, De Pythiae oraculis, section 20)

"ἔνιοι δὲ καὶ νῦν μετὰ μέτρων ἐκτρέχουσιν ὧν ἕνεκα καὶ πρᾶγμα περιβόητον πεποίηκε.? "μισογύνου γὰρ Ἡρακλέους ἱερόν ἐστιν ἐν τῇ Φωκίδι, καὶ νομίζεται τὸν ἱερώμενον ἐν τῷ ἐνιαυτῷ γυναικὶ μὴ ὁμιλεῖν διὸ καὶ πρεσβύτας ἐπιεικῶς ἱερεῖς ἀπθδείκνύθυσι, πλὴν ἔμπροσθεν νεανίας οὐ πονηρὸς φιλότιμος, ἐρῶν παιδίσκης, ἔλαβε τὴν ἱερωσύνην καὶ τὸ πρῶτον ἦν ἐγκρατὴς ἑαυτοῦ καὶ ἔφευγε τὴν ἄνθρωπον ἀναπαυομένῳ δ, αὐτῷ ποτε μετὰ πότον καὶ χορείαν προσπεσοῦσα διεπράξατο. "φοβούμενος οὖν καὶ ταραττόμενος τὸ μαντεῖον κατέφυγε, καὶ περὶ τῆς ἁμαρτίας ἠρώτα τὸν θεὸν εἴ τις εἰή παραίτησις ἢ λύσις: "ἔλαβε δὲ τόνδε τὸν χρησμὸν ἅπαντα τἀναγκαῖα συγχωρεῖ θεός οὐ μὴν ἀλλὰ δοὺς ἄν τις, ὡς οὐδὲν ἄνευ μέτρου θεσπίζεται καθ ἡμᾶς, μᾶλλον διαπορήσει περὶ τῶν παλαιῶν ποτὲ μὲν ἐν μέτροις ποτὲ δ ἄνευ μέτρων διδόντων τὰς ἀποκρίσεις. "ἔστι δ οὐδέτερον, ὦ παῖ, παράλογον, μόνον ἂν ὀρθὰς καὶ καθαρὰς περὶ τοῦ θεοῦ δόξας ἔχωμεν, καὶ μὴ νομίζωμεν αὐτὸν ἐκεῖνον εἶναι τὸν τὰ ἔπη συντιθέντα πρότερον καὶ νῦν ὑποβάλλοντα τῇ Πυθίᾳ τοὺς χρησμούς, ὥσπερ ἐκ προσωπείων φθεγγόμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION