호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὦ Βόηθε, καὶ μουσικώτερα δεῖ γὰρ μὴ μάχεσθαι πρὸς τὸν θεὸν μηδ ἀναιρεῖν μετὰ τῆς μαντικῆς ἅμα τὴν πρόνοιαν καὶ τὸ θεῖον, ἀλλὰ τῶν ὑπεναντιοῦσθαι δοκούντων λύσεις ἐπιζητεῖν τὴν δ εὐσεβῆ καὶ πάτριον μὴ προϊέσθαι πίστιν.? "ἄριστε Σαραπίων οὐδὲ γὰρ φιλοσοφίαν ἀπεγιγνώσκομεν ὡς ἀνῃρημένην παντάπασι, καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς καὶ Θαλῆς: "ὕστερον δ ἐπαύσαντο καὶ πέπαυνται χρώμενοι μέτροις πλὴν σοῦ: "διὰ σοῦ δ αὖθις εἰς φιλοσοφίαν ποιητικὴ κάτεισιν, ὄρθιον καὶ γενναῖον ἐγκελευομένη τοῖς νέοις. "οὐδ ἀστρολογίαν ἀδοξοτέραν ἐποίησαν οἱ περὶ Ἀρίσταρχον καὶ Τιμόχαριν καὶ Ἀρίστυλλον καὶ Ἵππαρχον καταλογάδην γράφοντες, ἐν μέτροις πρότερον Εὐδόξου καὶ Ἡσιόδου καὶ Θαλοῦ γραφόντων, εἴ γε Θαλῆς ἐποίησεν, ὡς ἀληθῶς εἰπεῖν, τὴν εἰς αὐτὸν ἀναφερομένην Ἀστρολογίαν. "Πίνδαρος δὲ καὶ περὶ τρόπου μελῳδίας ἀμελουμένου : "καθ αὑτὸν ἀπορεῖν ὁμολογεῖ, καὶ θαυμάζειν ὅτι οὐδὲν γάρ ἐστι δεινὸν οὐδ ἄτοπον αἰτίας ζητεῖν τῶν τοιούτων μεταβολῶν ἀναιρεῖν δὲ τὰς τέχνας καὶ τὰς δυνάμεις, ἄν τι κινηθῇ καὶ παραλλάξῃ τῶν κατὰ ταύτας, οὐ δίκαιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기