- 텍스트

Plutarch, De Pythiae oraculis, section 13

(플루타르코스, De Pythiae oraculis, section 13)

ἐκ τούτου τοὺς περιηγητὰς·? ἤρετο τί δὴ τὸν οἶκον οὐ Κυψέλου τοῦ ἀναθέντος ἀλλὰ Κορινθίων ὀνομάζουσιν. "τί δ εἶπον ἔτι τούτους οἰόμεθα γιγνώσκειν ἢ μνημονεύειν ἐκπεπληγμένους παντάπασιν, ἡμῶν μετεωρολεσχούντων·

"ἐπεὶ πρότερὸν γ αὐτῶν ἠκούομεν λεγόντων, ὅτι τῆς τυραννίδος καταλυθείσης ἐβούλοντο Κορίνθιοι καὶ τὸν ἐν Πίσῃ χρυσοῦν ἀνδριάντα καὶ τὸν ἐνταῦθα τουτονὶ θησαυρὸν ἐπιγράψαι τῆς πόλεως. "Δελφοὶ μὲν οὖν ἔδοσαν ὡς δίκαιον, καὶ συνεχώρησαν, Ἠλείους δὲ φθονήσαντας ἐψηφίσαντο μὴ μετέχειν Ἰσθμίων ὅθεν οὐδεὶς ἐξ ἐκείνου γέγονεν Ἰσθμίων ἀγωνιστὴς Ἠλεῖος. "ὁ δὲ Μολιονιδῶν φόνος ὑφ Ἡρακλέους περὶ Κλεωνὰς οὐδέν ἐστι, μεταίτιος, ὡς ἔνιοι νομίζουσιν, Ἠλείοις τοῦ εἴργεσθαι: "τοὐναντίον γὰρ ἦν αὐτοῖς προσῆκον εἴργειν, εἰ διὰ τοῦτο Κορινθίοις προσεκεκρούκεσαν. ἐγὼ μὲν οὖν ταῦτ εἶπον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION