- 텍스트

Plutarch, De Pythiae oraculis, section 12 6:

(플루타르코스, De Pythiae oraculis, section 12 6:)

"ὦ χρηστέ, τὴν Στοὰν δευρὶ παρωθεῖς καὶ ὑποβάλλεις ἀτρέμα τῷ λόγῳ τὰς ἀνάψεις καὶ ἀναθυμιάσεις, οὐχ ὥσπερ αἱ Θετταλαὶ κατάγων τὴν σελήνην καὶ τὸν ἣλιον, ὡς ἐντεῦθεν ἀπὸ γῆς καὶ ὑδάτων βλαστάνοντας καὶ ἀρδομένους·? "ὁ μὲν γὰρ Πλάτων καὶ τὸν ἄνθρωπον οὐράνιον ὠνόμασε φυτόν, ὥσπερ ἐκ ῥίζης ἄνω τῆς κεφαλῆς ὀρθούμενον ὑμεῖς δὲ τοῦ μὲν Ἐμπεδοκλέους καταγελᾶτε, φάσκοντος τὸν ἣλιον περὶ γῆν ἀνακλάσει φωτὸς οὐρανίου γενόμενον αὖθις ἀνταυγεῖν πρὸς ὄλυμπον ἀταρβήτοισι προσώποις αὐτοὶ δὲ γηγενὲς ζῷον ἢ φυτὸν ἕλειον ἀποφαίνετε τὸν ἥλιον, εἰς βατράχων πατρίδα ἢ ὕδρων ἐγγράφοντες. "ἀλλὰ ταῦτα μὲν εἰς τὴν Στωικὴν ἀναθώμεθα τραγῳδίαν, τὰ δὲ τῶν χειροτεχνῶν πάρεργα παρέργως ἐξετάσωμεν. "ἐν πολλοῖς γάρ εἰσι κομψοί, τὸ δὲ ψυχρὸν οὐ πανταχοῦ καὶ περίεργον ἐκπεφεύγασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION