- 텍스트

Plutarch, De Pythiae oraculis, section 8

(플루타르코스, De Pythiae oraculis, section 8)

καὶ τῶν μὲν ἄλλων ὁ ξένος εἰδὼς ἅπαντα παρεῖχεν ὅμως ὑπ εὐκολίας ἀκροατὴν αὑτόν:? ἀκούσας δ ὅτι κίων τις ἑστὼς ἄνω χαλκοῦς Ιἕρωνος ἔπεσεν , αὐτομάτως τῆς ἡμέρας ἐκείνης, τὸν Ιἕρωνα συνέβαινεν ἐν Συρακούσαις τελευτᾶν, ἐθαύμασε. ὀφθαλμοὶ τοῦ ἀνδριάντος, οἱ δ ἀστέρες ἠφανίσθησαν οὓς Λύσανδρος ἀνέθηκεν ἀπὸ τῆς ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας. ὁ δ αὐτοῦ τοῦ Λυσάνδρου λίθινος ἀνδριὰς ἐξήνθησεν ἀγρίαν λόχμην καὶ πόαν τοσαύτην τὸ πλῆθος, ὥστε κατακρύψαι τὸ πρόσωπον.

ἐν δὲ τοῖς Σικελικοῖς τῶν Ἀθηναίων ἀτυχήμασιν αἵ τε χρυσαῖ τοῦ φοίνικος ἀπέρρεον βάλανοι, καὶ τὴν ἀσπίδα τοῦ Παλλαδίου κόρακες περιέκοπτον. ἀπώλεσεν ἐν Μεταποντίῳ παίζουσαν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος:

ὁρμήσαντες γὰρ ἐπὶ τὸν στέφανον οἱ νεανίσκοι καὶ μαχόμενοι περὶ τοῦ χρυσίου πρὸς ἀλλήλους διέσπασαν τὴν ἄνθρωπον.

Ἀριστοτέλης μὲν οὖν μόνον Ὅμηρον ἔλεγε κινούμενα ποιεῖν ὀνόματα διὰ τὴν ἐνέργειαν ἐγὼ δὲ φαίην ἂν καὶ τῶν ἀναθημάτων τὰ ἐνταυθοῖ μάλιστα συγκινεῖσθαι καὶ συνεπισημαίνειν τῇ τοῦ θεοῦ προνοίᾳ: καὶ τούτων μέρος μηδὲν εἶναι κενὸν μηδ ἀναίσθητον, ἀλλὰ πεπλῆσθαι πάντα θειότητος·

. εἶπεν: "οὐ γὰρ ἀρκεῖ τὸν θεὸν εἰς σῶμα καθειργνύναι θνητὸν ἅπαξ ἑκάστου μηνός, ἀλλὰ καὶ λίθῳ παντὶ καὶ χαλκῷ συμφυράσομεν αὐτόν, ὥσπερ οὐκ ἔχοντες ἀξιόχρεων τῶν τοιούτων συμπτωμάτων τὴν τύχην δημιουργὸν καὶ ταὐτόματον. "τύχῃ σοι δοκεῖ καὶ αὐτόματον τῶν τοιούτων ἕκαστον ἐοικέναι, καὶ πιθανόν ἐστι τὰς ἀτόμους ἐξολισθεῖν καὶ διαλυθῆναι καὶ παρεγκλῖναι μήτε πρότερον μήθ ὕστερον, ἀλλὰ κατ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ τῶν ἀναθέντων ἕκαστος·

"ἢ χεῖρον ἔμελλε πράξειν ἢ βέλτιον· "καὶ σὲ μὲν Ἐπίκουρος ὠφελεῖ νῦν ὡς ἐοίκεν ἀφ ὧν εἶπεν ἢ ἔγραψε πρὸ ἐτῶν τριακοσίων: "ὁ θεὸς δ, εἰ μὴ συνείρξειε φέρων ἑαυτὸν εἰς ἅπαντα μηδ ἀνακερασθείη πᾶσιν, οὐκ ἄν σοι δοκοίη κινήσεως ἀρχὴν καὶ πάθους αἰτίαν παρασχεῖν οὐδενὶ τῶν ὄντων·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION