호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὰ τρυφὴν καὶ μαλακίαν τὰ ἡδίω καλὰ νομίζειν καὶ ἀποφαίνεσθαι.? τάχα δὴ μεμψόμεθα τὴν Πυθίαν, ὅτι Γλαύκης οὐ φθέγγεται τῆς κιθαρῳδοῦ λιγυρώτερον, οὐδὲ χριομένη μύροις οὐδ ἁλουργίδας ἀμπεχομένη κάτεισιν εἰς τὸ ἄδυτον, οὐδ ἐπιθυμιᾷ κασίαν ἢ λήδανον ἢ λιβανωτὸν ἀλλὰ δάφνην καὶ κρίθινον ἄλευρον.
οὐχ ὁρᾷς, εἶπεν, ὅσην χάριν ἔχει τὰ Σαπφικὰ μέλη κηλοῦντα καὶ καταθέλγοντα τοὺς ἀκροωμένους·
"ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη, χιλίων ἐτῶν ἐξικνεῖται τῇ φωνῇ διὰ τὸν θεόν. "τοῦ θεοῦ τὸν Κάδμον μουσικὰν ὀρθάν" οὐχ ἡδεῖαν οὐδὲ τρυφερὰν οὐδ ἐπικεκλασμένην τοῖς μέλεσιν.
ἡδονὴν γὰρ οὐ προσίεται τὸ ἀπαθὲς καὶ ἁγνόν, ἀλλ ἐνταῦθα μετὰ τῆς Ἄτης ἐρρίφη καὶ τὸ πλεῖστον αὐτῆς·
καὶ ὡς ἐοίκεν εἰς τὰ ὦτα τῶν ἀνθρώπων συνερρύηκεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기