- 텍스트

Plutarch, De Pythiae oraculis, section 4

(플루타르코스, De Pythiae oraculis, section 4)

ὡς οὖν ἐκελεύομεν καὶ συνεχωροῦμεν, ἔφη τὸν ἀέρα τὸν ἐν Δελφοῖς, πυκνὸν ὄντα καὶ συνεχῆ καὶ τόνον ἔχοντα διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν καὶ ἀντέρεισιν, ἔτι καὶ λεπτὸν εἶναι καὶ δηκτικόν, ὥς που μαρτυρεῖ καὶ τὰ περὶ τὰς πέψεις τῆς·? πυκνότητος διάχυσιν μὴ διδούσης, τὸν δ ὑφιστάμενον αὐτοῦ διὰ πλῆθος ἐξανθεῖν καὶ λαμβάνειν αὐγὴν καὶ γάνωμα περὶ τὴν ἐπιφάνειαν. ἀποδεξαμένων δ ἡμῶν, ὁ ξένος ἔφη τὴν ἑτέραν ἀρκεῖν ὑπόθεσιν πρὸς τὸν λόγον.

"δόξει μὲν ὑπεναντιοῦσθαι καὶ πρὸς τὴν λεγομένην πυκνότητα τοῦ ἀέρος, λαμβάνεται δ οὐκ ἀναγκαίως: "αὐτὸς γὰρ ὑφ ἑαυτοῦ παλαιούμενος ὁ χαλκὸς ἀποπνεῖ καὶ μεθίησι τὸν ἰόν, ὃν ἡ πυκνότης συνέχουσα καὶ παχνοῦσα ποιεῖ ἐκφανῆ διὰ τὸ πλῆθος. "ὦ ξένε, κωλύει ταὐτὸν εἶναι καὶ λεπτὸν καὶ πυκνόν, ὥσπερ τὰ σηρικὰ καὶ τὰ βύσσινα τῶν ὑφασμάτων, ἐφ ὧν καὶ Ὅμηρος εἶπε καιροσέων δ ὀθονῶν ἀπολείβεται ὑγρὸν ἔλαιον, ἐνδεικνύμενος τὴν ἀκρίβειαν καὶ λεπτότητα τοῦ ὕφους τῷ μὴ προσμένειν τὸ ἔλαιον ἀλλ ἀπορρεῖν καὶ ἀπολισθάνειν, τῆς λεπτότητος καὶ πυκνότητος οὐ διιείσης·

"καὶ μὴν οὐ μόνον πρὸς τὴν ἀναχάραξιν τοῦ ἰοῦ χρήσαιτ ἄν τις τῇ λεπτότητι τοῦ ἀέρος, ἀλλὰ καὶ τὴν χρόαν αὐτὴν ποιεῖν ἐοίκεν ἡδίονα καὶ γλαυκοτέραν, ἀναμιγνύουσα τῷ κυάνῳ φῶς καὶ αὑγήν" ἐκ τούτου γενομένης σιωπῆς, πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο τὰς ῥήσεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION