- 텍스트

Plutarch, De Pythiae oraculis, section 2

(플루타르코스, De Pythiae oraculis, section 2)

φιλ.? ἐπέραινον οἱ περιηγηταὶ τὰ συντεταγμένα, μηδὲν ἡμῶν φροντίσαντες δεηθέντων ἐπιτεμεῖν τὰς ῥήσεις καὶ τὰ πολλὰ τῶν ἐπιγραμμάτων. μετρίως προσήγετο , πολλῶν καὶ καλῶν ἔργων ὡς ἐοίκε θεατὴν γεγενημένον ἐθαύμαζε δὲ τοῦ χαλκοῦ τὸ ἀνθηρὸν ὡς οὐ πίνῳ προσεοικὸς οὐδ ἰῷ, βαφῇ δὲ κυάνου στίλβοντος, ὥστε καὶ παῖξαί τι πρὸς· τοὺς ναυάρχους ἁ᾿π ἐκείνων γὰρ ἦρκται τῆς θέας οἱο῀ν ἀτεχνῶς θαλαττίους τῇ χρόᾳ καὶ βυθίους ἑστῶτας.

ὥσπερ ἡ λεγομένη τῶν ξιφῶν στόμωσις ἧς ἐκλιπούσης ἐκεχειρίαν ἔσχεν ἔργων πολεμικῶν ὁ χαλκός· τὸν μὲν γὰρ Κορίνθιον οὐ τέχνῃ ἀλλὰ συντυχίᾳ τῆς χρόας λαβεῖν τὸ κάλλος, ἐπινειμαμένου πυρὸς οἰκίαν ἔχουσάν τι χρυσοῦ καὶ ἀργύρου, πλεῖστον δὲ χαλκὸν ἀποκείμενον:

ὧν συγχυθέντων καὶ συντακέντων, ὄνομα τοῦ χαλκοῦ τῷ μείζονι τὸ πλῆθος παρέσχεν.

"λόγον ἡμεῖς ἀκηκόαμεν πανουργέστερον:

"ὡς ἀνὴρ ἐν Κορίνθῳ χαλκοτύπος, ἐπιτυχὼν θήκῃ χρυσίον ἐχούσῃ πολὺ καὶ δεδοικὼς φανερὸς γενέσθαι, κατὰ μικρὸν ἀποκόπτων καὶ ὑπομιγνὺς ἀτρέμα τῷ χαλκῷ, θαυμαστὴν λαμβάνοντι κρᾶσιν, ἐπίπρασκε πολλοῦ διὰ τὴν χρόαν καὶ τὸ κάλλος ἀγαπώμενον. "ἀλλὰ καὶ ταῦτα κἀκεῖνα μῦθόσἐστιν: "ἦν δέ τις ὡς ἐοίκε μῖξις καὶ ἄρτυσις, ὥς που καὶ νῦν ἀνακεραννύντες ἀργύρῳ χρυσὸν ἰδίαν τινὰ καὶ περιττὴν ἐμοὶ δὲ φαινομένην νοσώδη χλωρότητα καὶ φθορὰν ἀκαλλῆ παρέχουσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION