호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον ἐκ παιδὸσ ἔμφυτον ἔχων ἔρωτα, συντρεφόμενον καὶ συναυξανόμενον, ὡσ ἀφίκοντο πρέσβεισ παρὰ τοῦ Περσῶν βασιλέωσ πρὸσ Φίλιππον, ὁ δ’ οὐκ ἔνδημοσ ἦν, φιλοφρονούμενοσ καὶ ξενίζων αὐτοὺσ Ἀλέξανδροσ οὐδὲν ἠρώτα παιδικόν, οἱο͂ν οἱ ἄλλοι, περὶ τῆσ χρυσῆσ ἀναδενδράδοσ ἢ τῶν κρεμαστῶν κήπων ἢ πῶσ ὁ βασιλεὺσ κεκόσμηται, ἀλλ’ ὅλοσ ἐν τοῖσ κυριωτάτοισ ἦν τῆσ ἡγεμονίασ, διαπυνθανόμενοσ πόση δύναμισ ἡ Περσῶν, ποῦ τεταγμένοσ βασιλεὺσ ἐν ταῖσ μάχαισ διαγωνίζεται καθάπερ Ὀδυσσεὺσ ἐκεῖνοσ, ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήια, ποῦ δέ οἱ ἵπποι; , τίνεσ ὁδοὶ βραχύταται τοῖσ ἄνω πορευομένοισ ἀπὸ θαλάττησ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기