호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτωσ ἐρρέμβετο κενεμβατοῦν καὶ σφαλλόμενον ὑπ’ ἀναρχίασ τὸ μέγεθοσ αὐτῆσ. μᾶλλον δ’ ὥσπερ τὰ νεκρὰ σώματα, τῆσ ψυχῆσ ἐκλιπούσησ, οὐκέτι συνέστηκεν οὐδὲ συμπέφυκεν, ἀλλ’ ἐξίσταται καὶ διαλύεται ἀπ’ ἀλλήλων καὶ ἄπεισι καὶ φεύγει· οὕτωσ ἀφεῖσα τὸν Ἀλέξανδρον ἡ δύναμισ ἤσπαιρεν, ἐπάλλετο, ἐφλέγμαινε Περδίκκαισ καὶ Μελεάγροισ καὶ Σελεύκοισ καὶ Ἀντιγόνοισ, ὥσπερ πνεύμασι θερμοῖσ ἔτι καὶ σφυγμοῖσ διᾴττουσι καὶ διαφερομένοισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기