- 텍스트

Plutarch, Consolatio ad uxorem, section 11

(플루타르코스, Consolatio ad uxorem, section 11)

οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον.? εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. τὸ τεθνάναι τοῦ ζῆν.

ὁ γοῦν Σιμωνίδης ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι δὲ μεληδόνες, αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ. ὁ δ ἄφυκτος· ὁμῶς ἐπικρέμαται θάνατος κείνου γὰρ ἴσον λάχον μέρος οἳ τ ἀγαθοὶ ὅστις τε κακός.

Πίνδαρος δὲ ἓν παρ ἐσθλὸν σύνδυο πήματα δαίονται βροτοῖς. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν Σοφοκλῆς δέ σὺ δ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις, εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει·

τὰ θνητὰ πράγματ οἶδασἣν ἔχει φύσιν·

δοκῶ μὲν οὔ πόθεν γάρ·

ἀλλ ἄκουέ μου. βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται , κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται τὴν αὔριον μέλλουσαν εἰ βιώσεται. τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται. τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἱο῀ν οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι δι ἀμαθίαν·

τοῖς δὲ πατρίοις καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια.

τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς· ἐπιφέρουσιν, οὔτ ἄλλα δρῶσι περὶ αὐτὰ οἷ εἰκὸς ὑπὲρ θανόντων ποιεῖν τοὺς ἄλλους οὐ γὰρ μέτεστι γῆς· οὐδὲν οὐδὲ τῶν περὶ γῆν αὐτοῖς. οὐδ αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέσεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώμασιν: οὐ γὰρ ἐῶσι θρηνεῖν οἱ νόμοι τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ χώραν μεθεστηκότας:

ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάττουσιν ἔχωμεν, τὰ δ ἐντὸς ἔτι μᾶλλον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION