- 텍스트

Plutarch, Consolatio ad uxorem, section 7

(플루타르코스, Consolatio ad uxorem, section 7)

ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί ἀλλ ἄγε δὴ κατ ἄρ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ ἔμπης ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.? ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, ζώειν ἀχνυμένοις:

αὐτοὶ δὲ τ ἀκηδέες εἰσί. δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων οἱᾶ δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων. ᾧ μὲν κ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δ ἐσθλῷ:

ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε καὶ ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, φοιτᾷ δ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.

ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν:

ἐσκέδασ1 ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά.

μούνη δ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε ἐξέπτη: πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο.

ἄλλα δὲ μυρία λυγρὰ κατ ἀνθρώπους ἀλάληται. πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη· δὲ θάλασσα. σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.

καὶ φωνὰς καὶ συνεπιθρηνήσεις, αἳ ἐκτρίβουσι καὶ παραθήγουσι τὴν.

λύπην, οὔθ ὑπ ἄλλων οὔτ αὐτὴν ἐφ ἑαυτῆς ἐῶσαι μαρανθῆναι. γιγνώσκω γὰρ ποίους ἔναγχος ἀγῶνας ἠγωνίσω, τῇ Θέωνος ἀδελφῇ βοηθοῦσα καὶ μαχομένη ταῖς μετ ὀλοφυρμῶν καὶ ἀλαλαγμῶν ἔξωθεν ἐπιούσαις, ὥσπερ ἀτεχνῶς πῦρ ἐπὶ πῦρ φερούσαις.

τὰς μὲν γὰρ οἰκίας τῶν φίλων ὅταν καομένας ἴδωσι σβεννύουσιν ὡς ἔχει τάχους ἕκαστος ἢ δυνάμεως, ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ προσφέρουσιν ὑπεκκαύματα.

καὶ τῷ μὲν ὀφθαλμιῶντι τὰς χεῖρας οὐκ ἐῶσι προσάγειν τὸν βουλόμενον οὐδ ἅπτονται τοῦ φλεγμαίνοντος: ὁ δὲ πενθῶν κάθηται παντὶ τῷ προστυχόντι παρέχων ὥσπερ ῥεῦμα κινεῖν καὶ διαγριαίνειν τὸ πάθος, ἐκ μικροῦ τοῦ γαργαλίζοντος καὶ κινοῦντος εἰς πολλὴν καὶ δυσχερῆ κάκωσιν ἀναξαινόμενον.

ταῦτα μὲν οὖν οἶδ ὅτι φυλάξῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION