호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς.? χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρὸς ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως: μεθισταμένοις πρὸς τοὐναντίον.
ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθ ἁπλῶς·
τὰ κατὰ τὸν βίον, ἅπερ οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ ὑπαλύξαι τὸ παράπαν ἀλλὰ Ταρτάρου πυθμὴν πιέζει σ1 ἀφανοῦς σφυρηλάτοις ἀνάγκαις ὥς φησι Πίνδαρος. "βέλτιον δ ἄν ἔχου ἦν, εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου" κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς γένει βροτῶν τε.
τοῖς μὲν αὔξεται βίος, τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.
ὁ δὲ Πίνδαρος ἐν ἄλλοις τί δέ τις· τί δ οὔ τις·
σκιᾶς ὄναρ ἄνθρωπος ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. τί γὰρ σκιᾶς ἀσθενέστερον· τὸ δὲ ταύτης ὄναρ οὐδ ἂν ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. "ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται.
"ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γ ἡμῶν εἰς τοῦτ ἀφῖκται διαφθορᾶς. ἥ τ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτἀπ ἀρχῆς ἠκολούθηκεν οὐδ ἐφ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα: "τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄνταταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξἧσἀφυϊά μὲν ψυχῆς, νόσοι δὲ καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἑρ´πει. Τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο·
ἵν εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν.
ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν:
ὧνπρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ καὶ τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἱο῀ν ἐπ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε καὶ ἐν ἄλλοις Τυδείδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις·
οἱή περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
ταύτῃ δ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω βροτῶν ἕνεκα πτολεμίζω δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες:
Σιμωνίδης δ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαὶ τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός πός ἐστι:
εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη.
"εἰς τίνα με καιρὸν ἄρα φυλάττεις·
μετ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν. τὰς δὲ πολλὰς ὁρῶμεν μητέρας, ὅταν ὑπ ἄλλων τὰ παιδία καθαρθῇ καὶ γανωθῇ, καθάπερ παίγνια λαμβανούσας εἰς χεῖρας, εἶτ ἀποθανόντων ἐκχεομένας εἰς κενὸν καὶ ἀχάριστον πένθος, οὐχ ὑπ εὐνοίας εὐλόγιστον γὰρ εὔνοια καὶ καλόν:
ἀλλὰ μικρῷ τῷ φυσικῷ πάθει πολὺ συγκεραννύμενον τὸ πρὸς κενὴν δόξαν ἄγρια ποιεῖ καὶ μανικὰ καὶ δυσεξίλαστα τὰ πένθη. τοιαῦτα λαμβάνει πάθη τὴν ψυχὴν οὕτω κακωθεῖσαν.
καὶ τοῦτο φαίνεται μὴ λαθεῖν Αἴσωπον:
ἔφη γὰρ οὗτος ὅτι, τοῦ Διὸς τὰς τιμὰς διανέμοντος τοῖς θεοῖς, ᾔτει καὶ τὸ πένθος. ἔδωκεν οὖν αὐτῷ, παρὰ τοῖς αἱρουμένοις δὲ μόνοις καὶ θέλουσιν. ἐν ἀρχῇ μὲν οὖν οὕτω τοῦτο γιγνόμενόν ἐστιν:
αὐτὸς γὰρ ἕκαστος εἰσάγει τὸ πένθος ἐφ ἑαυτόν. ὅταν δ ἱδρυθῇ χρόνῳ καὶ γένηται σύντροφον καὶ σύνοικον, οὐδὲ πάνυ βουλομένων ἀπαλλάττεται. ἄλλου τῶν τοιούτων, ἃ καθ ἡμέραν ἀπαντῶντα καὶ δυσωποῦντα μικρὰν καὶ στενὴν καὶ ἀνέξοδον καὶ ἀμείλικτον καὶ ψοφοδεῆ ποιεῖ τὴν διάνοιαν, ὡς οὔτε γέλωτος αὐτῇ μετὸν οὔτε φωτὸς οὔτε φιλανθρώπου τραπέζης, τοιαῦτα περικειμένῃ καὶ μεταχειριζομένῃ διὰ τὸ πένθος.
ἀμέλειαι δὲ σώματος ἕπονται τῷ κακῷ τούτῳ καὶ διαβολαὶ πρὸς ἄλειμμα καὶ λουτρὸν καὶ τὴν ἄλλην δίαιταν ὧν πᾶν τοὐναντίον ἔδει, τὴν ψυχὴν πονοῦσαν αὐτὴν βοηθεῖσθαι διὰ τοῦ σώματος ἐρρωμένου.
πολὺ γὰρ ἀμβλύνεται καὶ χαλᾶται τοῦ λυποῦντος, ὥσπερ ἐν εὐδίᾳ κῦμα, τῇ γαλήνῃ τοῦ σώματος διαχεομένου. ἐὰν δ αὐχμὸς ἐγγένηται καὶ τραχύτης ἐκ φαύλης διαίτης, καὶ μηδὲν εὐμενὲς μηδὲ χρηστὸν ἀναπέμπῃ τὸ σῶμα τῇ ψυχῇ πλὴν ὀδύνας καὶ λύπας, ὥσπερ τινὰς πικρὰς καὶ δυσχερεῖς ἀναθυμιάσεις, οὐδὲ βουλομένοις ἔτι ῥᾳδίως ἀναλαβεῖν ἔστι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기