호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θεμιστοκλῆσ μὲν οὖν οὐχ ἥκιστα λέγεται τὰσ Ἑλληνικὰσ πράξεισ ἀπογνούσ, ὡσ οὐκ ἂν ὑπερβαλόμενοσ τὴν Κίμωνοσ εὐτυχίαν καὶ ἀρετήν, ἑκὼν τελευτῆσαι, Κίμων δὲ μεγάλων ἐπαιρόμενοσ ἀρχὰσ ἀγώνων καὶ περὶ Κύπρον συνέχων τὸ ναυτικὸν ἔπεμψεν εἰσ Ἄμμωνοσ ἄνδρασ ἀπόρρητόν τινα μαντείαν ποιησομένουσ παρὰ τῷ θεῷ· γινώσκει γὰρ οὐδεὶσ ὑπὲρ ὧν ἐπέμφθησαν, οὐδὲ χρησμὸν αὐτοῖσ ὁ θεὸσ ἐξήνεγκεν, ἀλλ’ ἅμα τῷ προσελθεῖν ἐκέλευσεν ἀπιέναι τοὺσ θεοπρόπουσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기