- 텍스트

Plutarch, Κίμων?, chapter 7

(플루타르코스, Κίμων, chapter 7)

Κίμων δέ, τῶν συμμάχων ἤδη προσκεχωρηκότων αὐτῷ, στρατηγὸς εἰς Θρᾴκην ἔπλευσε, πυνθανόμενος Περσῶν ἄνδρας ἐνδόξους καὶ συγγενεῖς βασιλέως Ηἰ¨όνα πόλιν παρὰ τῷ Στρυμόνι κειμένην ποταμῷ κατέχοντας ἐνοχλεῖν τοῖς περὶ τὸν τόπον ἐκεῖνον Ἕλλησι. πρῶτον μὲν οὖν αὐτοὺς μάχῃ τοὺς Πέρσας ἐνίκησε καὶ κατέκλεισεν εἰς τὴν πόλιν:

ἔπειτα τοὺς ὑπὲρ Στρυμόνα Θρᾷκας, ὅθεν αὐτοῖς ἐφοίτα σῖτος, ἀναστάτους ποιῶν καὶ τὴν χώραν παραφυλάττων ἅπασαν εἰς τοσαύτην ἀπορίαν τοὺς πολιορκουμένους κατέστησεν, ὥστε Βούτην τὸν βασιλέως στρατηγὸν ἀπογνόντα τὰ πράγματα τῇ πόλει πῦρ ἐνεῖναι καὶ συνδιαφθεῖραι μετὰ τῶν φίλων καὶ τῶν χρημάτων ἑαυτόν. οὕτω δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν οὐδὲν ἀξιόλογον ὠφελήθη, τῶν πλείστων τοῖς βαρβάροις συγκατακαέντων, τὴν δὲ χώραν εὐφυεστάτην οὖσαν καὶ καλλίστην οἰκῆσαι παρέδωκε τοῖς Ἀθηναίοις.

καὶ τοὺς Ἑρμᾶς αὐτῷ τοὺς λιθίνους ὁ δῆμος ἀναθεῖναι συνεχώρησεν, ὧν ἐπιγέγραπται τῷ μὲν πρώτῳ: ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων παισὶν ἐπ Ηἰ¨όνι, Στρυμόνος ἀμφὶ ῥοάς, λιμόν τ αἴθωνα κρυερόν τ ἐπάγοντες Ἄρηα πρῶτοι δυσμενέων εὑρ῀ον ἀμηχανίην.

τῷ δὲ δευτέρῳ: ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδ ἔδωκαν ἀντ εὐεργεσίης καὶ μεγάλων ἀγαθῶν. μᾶλλόν τις τάδ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει ἀμφὶ περὶ ξυνοῖς πράγμασι δῆριν ἔχειν. τῷ δὲ τρίτῳ:

ἔκ ποτε τῆσδε πόληος ἅμ Ἀτρείδῃσι Μενεσθεὺς ἡγεῖτο ζάθεον Τρωϊκὸν ἐς πεδίον: ὅν ποθ Ὅμηρος ἔφη Δαναῶν πύκα θωρηκτάων κοσμητῆρα μάχης ἔξοχον ὄντα μολεῖν. οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι κοσμηταῖς πολέμου τ ἀμφὶ καὶ ἠνορέης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION