호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ’ ἐκπεσὼν τοῦ Βυζαντίου καὶ τῷ φάσματι ταραττόμενοσ, ὡσ λέγεται, κατέφυγε πρὸσ τὸ νεκυομαντεῖον εἰσ Ἡράκλειαν, καὶ τὴν ψυχὴν ἀνακαλούμενοσ τῆσ Κλεονίκησ παρῃτεῖτο τὴν ὀργήν. ἡ δ’ εἰσ ὄψιν ἐλθοῦσα ταχέωσ ἔφη παύσεσθαι τῶν κακῶν αὐτὸν ἐν Σπάρτῃ γενόμενον, αἰνιττομένη, ὡσ ἐοίκε, τὴν μέλλουσαν αὐτῷ τελευτήν. ταῦτα μὲν οὖν ὑπὸ πολλῶν ἱστόρηται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기