호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Περιπόλτας ὁ μάντις ἐκ Θετταλίας εἰς Βοιωτίαν Ὀφέλταν τὸν βασιλέα καὶ τοὺς ὑπ αὐτῷ λαοὺς καταγαγὼν γένος εὐδοκιμῆσαν ἐπὶ πολλοὺς χρόνους κατέλιπεν, οὗ τὸ πλεῖστον ἐν Χαιρωνείᾳ κατῴκησεν, ἣν πρώτην πόλιν ἔσχον ἐξελάσαντες τοὺς βαρβάρους. οἱ μὲν οὖν πλεῖστοι τῶν ἀπὸ τοῦ γένους φύσει μάχιμοι καὶ ἀνδρώδεις γενόμενοι καταναλώθησαν ἐν ταῖς Μηδικαῖς ἐπιδρομαῖς καὶ τοῖς Γαλατικοῖς ἀγῶσιν ἀφειδήσαντες ἑαυτῶν: λείπεται δὲ παῖς ὀρφανὸς γονέων, ὄνομα Δάμων, παρωνύμιον δὲ Περιπόλτας, πολὺ δή τι καὶ σώματος κάλλει καὶ ψυχῆς φρονήματι τοὺς καθ αὑτὸν ὑπεραίρων νέους, ἄλλως δ ἀπαίδευτος καὶ σκληρὸς τὸ ἦθος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기