- 텍스트

Plutarch, Aemilius Paulus, chapter 38 3:

(플루타르코스, Aemilius Paulus, chapter 38 3:)

μέγιστοι γὰρ ὄντες ἐν τῇ πόλει τότε τὴν τιμητικὴν ἀρχὴν μετῄεσαν, ὁ μὲν τὴν βουλὴν ἔχων καὶ τοὺς ἀρίστους περὶ αὑτόν:? αὕτη γὰρ Ἀππίοις ἡ πολιτεία πάτριος: ὁ δὲ μέγας μὲν ὢν ἐφ ἑαυτοῦ, μεγάλῃ δ ἀεὶ τῇ παρὰ τοῦ δήμου χάριτι καὶ σπουδῇ κεχρημένος, ὡς οὖν ἐμβάλλοντος εἰς ἀγορὰν τοῦ Σκηπίωνος κατεῖδε παρὰ πλευρὰν ὁ Ἄππιος ἀνθρώπους ἀγεννεῖς καὶ δεδουλευκότας, ἀγοραίους δὲ καὶ δυναμένους ὄχλον συναγαγεῖν καὶ σπουδαρχίᾳ καὶ κραυγῇ πάντα πράγματα βιάσασθαι, μέγα βοήσας:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION