- 텍스트

Plutarch, Aemilius Paulus, chapter 34 4:

(플루타르코스, Aemilius Paulus, chapter 34 4:)

ἐδαφνηφόρει δὲ καὶ σύμπας ὁ στρατός, τῷ μὲν ἁρ´ματι τοῦ στρατηγοῦ κατὰ λόχους καὶ τάξεις ἑπόμενος, ᾄδων δὲ τὰ μὲν ᾠδάς τινας πατρίους ἀναμεμιγμένας γέλωτι, τὰ δὲ παιᾶνας ἐπινικίους καὶ τῶν διαπεπραγμένων ἐπαίνους εἰς τὸν Αἰμίλιον περίβλεπτον ὄντα καὶ ζηλωτὸν ὑπὸ πάντων, οὐδενὶ δὲ τῶν ἀγαθῶν ἐπίφθονον πλὴν εἴ τι δαιμόνιον ἄρα τῶν μεγάλων καὶ ὑπερόγκων εἴληχεν εὐτυχιῶν ἀπαρύτειν καὶ μιγνύναι τὸν ἀνθρώπινον βίον, ὅπως μηδενὶ κακῶν ἄκρατος εἰή καὶ καθαρός, ἀλλὰ καθ Ὅμηρον ἄριστα δοκῶσι πράττειν οἷς αἱ τύχαι τροπὴν ἐπ ἀμφότερα τῶν πραγμάτων ἔχουσιν.??

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION