- 텍스트

Plutarch, Aemilius Paulus, chapter 32

(플루타르코스, Aemilius Paulus, chapter 32)

οὕτω φασὶν ὑπὸ τῶν λόγων τούτων ἀνακοπῆναι καὶ μεταβαλεῖν τὸ στρατιωτικόν ὥστε πάσαις ταῖς φυλαῖς ἐπικυρωθῆναι τῷ Αἰμιλίῳ τὸν θρίαμβον.? πεμφθῆναι δ αὐτὸν οὕτω λέγουσιν. ὁ μὲν δῆμος ἔν τε τοῖς ἱππικοῖς θεάτροις, ἃ κίρκους καλοῦσι, περί τε τήν ἀγορὰν ἰκρία πηξάμενοι, καὶ τἆλλα τῆς πόλεως μέρη καταλαβόντες, ὡς ἕκαστα παρεῖχε τῆς πομπῆς ἔποψιν, ἐθεῶντο καθαραῖς ἐσθῆσι κεκοσμημένοι. πᾶς δὲ ναὸς ἀνέῳκτο καὶ στεφάνων καὶ θυμιαμάτων ἦν πλήρης, ὑπηρέται τε πολλοὶ καὶ ῥαβδονόμοι τοὺς ἀτάκτως συρρέοντας εἰς τὸ μέσον καὶ διαθέοντας ἐξείργοντες ἀναπεπταμένας τὰς ὁδοὺς καὶ καθαρὰς παρεῖχον.

τῆς δὲ πομπῆς εἰς ἡμέρας τρεῖς νενεμημένης, ἡ μὲν πρώτη μόλις ἐξαρκέσασα τοῖς αἰχμαλώτοις ἀνδριάσι καὶ γραφαῖς καὶ κολοσσοῖς ἐπὶ ζευγῶν πεντήκοντα καὶ διακοσίων κομιζομένοις τούτων ἔσχε θέαν. καὶ Κρητικαὶ πέλται καὶ Θρᾴκια γέρρα καὶ φαρέτραι μετὰ ἱππικῶν ἀναμεμιγμέναι χαλινῶν, καὶ ξίφη γυμνὰ διὰ τούτων παρανίσχοντα καὶ σάρισαι παραπεπηγυῖαι, σύμμετρον ἐχόντων χάλασμα τῶν ὅπλων, ὥστε τήν πρὸς ἄλληλα κροῦσιν ἐν τῷ διαφέρεσθαι τραχὺ καὶ φοβερὸν ὑπηχεῖν, καὶ μηδὲ νενικημένων ἄφοβον εἶναι τήν ὄψιν.

μετὰ δὲ τὰς ὁπλοφόρους ἁμάξας ἄνδρες ἐπἐπορεύοντο τρισχίλιοι νόμισμα φέροντες ἀργυροῦν ἐν ἀγγείοις ἑπτακοσίοις πεντήκοντα τριταλάντοις, ὧν ἕκαστον ἀνὰ τέσσαρες ἐκόμιζον ἄλλοι δὲ κρατῆρας ἀργυροῦς καὶ κέρατα καὶ φιάλας καὶ κύλικας, εὖ διακεκοσμημένα πρὸς θέαν ἕκαστα καὶ περιττὰ τῷ μεγέθει καὶ τῇ παχύτητι τῆς τορείας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION