호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰμίλιοσ μὲν οὖν τοῦτο πράξασ μάλιστα παρὰ τὴν αὑτοῦ φύσιν ἐπιεικῆ καὶ χρηστὴν οὖσαν εἰσ Ὠρικὸν κατέβη· κἀκεῖθεν εἰσ Ἰταλίαν μετὰ τῶν δυνάμεων περαιωθείσ ἀνέπλει τὸν Θύβριν ποταμὸν ἐπὶ τῆσ βασιλικῆσ ἑκκαιδεκήρουσ κατεσκευασμένησ εἰσ κόσμον ὅπλοισ αἰχμαλώτοισ καὶ φοινικίσι καὶ πορφύραισ, ὡσ καὶ πανηγυρίζειν ἔξωθεν καθάπερ εἰσ τινὰ θριαμβικῆσ θέαν πομπῆσ καὶ προαπολαύειν τοὺσ Ῥωμαίουσ, τῷ ῥοθίῳ σχέδην ὑπάγοντι τὴν ναῦν ἀντιπαρεξάγοντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기