호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπίστευε μὲν οὖν μάλιστα τῷ Νασικᾷ, κἀκεῖνον ἐκάλει μὴ παρόντοσ δὲ κατακλαύσασ τὴν τύχην καὶ τὴν ἀνάγκην περισκεψάμενοσ ἔδωκεν αὑτὸν ὑποχείριον τῷ Γναίῳ, τότε μάλιστα ποιήσασ φανερόν ὅτι τῆσ φιλαργυρίασ ἦν ἐν αὐτῷ τι κακὸν ἀγεννέστερον ἡ φιλοψυχία, δι’ ἥν, ὃ μόνον ἡ τύχη τῶν ἐπταικότων οὐκ ἀφαιρεῖται, τὸν ἔλεον, ἀπεστέρησεν ἑαυτοῦ, δεηθεὶσ γὰρ ἀχθῆναι πρὸσ τὸν Αἰμίλιον, ὁ μὲν ὡσ ἀνδρὶ μεγάλῳ πεπτωκότι πτῶμα νεμεσητὸν καὶ δυστυχὲσ ἐξαναστὰσ ὑπήντα μετὰ τῶν φίλων δεδακρυμένοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기