호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καθάπερ γὰρ οἱ μαστοὶ τῶν γυναικῶν οὐχ ὥσπερ ἀγγεῖα πλήρεισ εἰσὶν ἐπιρρέοντοσ ἑτοίμου γάλακτοσ, ἀλλὰ μεταβάλλοντεσ τὴν τροφὴν ἐν αὑτοῖσ ἐργάζονται γάλα καὶ διηθοῦσιν, οὕτωσ οἱ περίψυκτοι καὶ πιδακώδεισ τόποι τῆσ γῆσ ὕδωρ μὲν οὐκ ἔχουσι καλυπτόμενον, οὐδὲ κόλπουσ ῥεύματα καὶ βάθη ποταμῶν τοσούτων ἐξ ἑτοίμησ καὶ ὑποκειμένησ ἀφιέντασ ἀρχῆσ, τὸ δὲ πνεῦμα καὶ τὸν ἀέρα τῷ πιέζειν καὶ καταπυκνοῦν ἀποθλίβοντεσ εἰσ ὕδωρ τρέπουσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기