- 텍스트

Plutarch, Aemilius Paulus, chapter 12 4:

(플루타르코스, Aemilius Paulus, chapter 12 4:)

οὕτω διαθεὶς τοὺς ἀνθρώπους ὁ Περσεύς καὶ τοιούτων ἐμπλήσας ἐλπίδων, αἰτούμενος καθ ἕκαστον ἡγεμόνα χιλίους, πρὸς τὸ γιγνόμενον τοῦ χρυσίου πλῆθος ἰλιγγιάσας καὶ παραφρονήσας ὑπὸ μικρολογίας ἀπείπατο καὶ προήκατο τὴν συμμαχίαν, ὥσπερ οἰκονομῶν, οὐ πολεμῶν Ῥωμαίοις, καὶ λογισμὸν ἀποδώσων ἀκριβῆ τῆς εἰς τὸν πόλεμον δαπάνης οἷς ἐπολέμει:? καίτοι διδασκάλους εἶχεν ἐκείνους, οἷς ἄνευ τῆς ἄλλης παρασκευῆς στρατιωτῶν δέκα μυριάδες ἦσαν ἠθροισμέναι καὶ παρεστῶσαι ταῖς χρείαις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION