호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰωθότων δὲ τῶν ὑπατείαν λαβόντων οἱο῀ν ἀνθομολογεῖσθαί τινα χάριν καὶ προσαγορεύειν φιλοφρόνως τὸν δῆμον ἀπὸ τοῦ βήματος, Αἰμίλιος εἰς ἐκκλησίαν συναγαγὼν τοὺς πολίτας τὴν μὲν προτέραν ὑπατείαν μετελθεῖν ἔφη αὐτὸς ἀρχῆς δεόμενος, τὴν δὲ δευτέραν ἐκείνων στρατηγοῦ δεομένων:? δι ὃ μηδεμίαν αὐτοῖς χάριν ἔχειν, ἀλλ, εἰ νομίζουσι δι ἑτέρου βέλτιον ἕξειν τὰ κατὰ τὸν πόλεμον, ἐξίστασθαι τῆς ἡγεμονίας, εἰ δὲ πιστεύουσιν αὐτῷ, μὴ παραστρατηγεῖν μηδὲ λογοποιεῖν, ἀλλ ὑπουργεῖν σιωπῇ τὰ δέοντα πρὸς τὸν πόλεμον, ὡς, ἐὰν ἄρχοντος ἄρχειν ζητῶσιν, ἔτι μᾶλλον ἢ νῦν καταγελάστους ἐν ταῖς στρατείαις ἐσομένους.
ἀπὸ τούτων τῶν λόγων πολλὴν μὲν αἰδῶ πρὸς αὑτὸν ἐνεποίησε τοῖς πολίταις, μεγάλην δὲ προσδοκίαν τοῦ μέλλοντος, ἡδομένων ἁπάντων ὅτι τοὺς κολακεύοντας παρελθόντες εἵλοντο παρρησίαν ἔχοντα καὶ φρόνημα στρατηγόν.
οὕτως ἐπὶ τῷ κρατεῖν καὶ μέγιστος εἶναι τῶν ἄλλων ἀρετῆς καὶ τοῦ καλοῦ δοῦλος ἦν ὁ Ῥωμαίων δῆμος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기