호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ κατ’ ἀρχὰσ μὲν ἐθρύπτετο πρὸσ τοὺσ πολλούσ καὶ διέκλινε τὴν φιλοτιμίαν αὐτῶν καὶ σπουδήν, ὡσ μὴ δεόμενοσ τοῦ ἄρχειν, φοιτώντων δὲ καθ’ ἡμέραν ἐπὶ θύρασ καὶ προκαλουμένων αὐτὸν εἰσ ἀγορὰν καὶ καταβοώντων ἐπείσθη· καὶ φανεὶσ εὐθὺσ ἐν τοῖσ μετιοῦσι τὴν ὑπατείαν ἔδοξεν οὐκ ἀρχὴν ληψόμενοσ, ἀλλὰ νίκην καὶ κράτοσ πολέμου κομίζων καὶ διδοὺσ τοῖσ πολίταισ καταβαίνειν εἰσ τὸ πεδίον μετὰ τοσαύτησ ἐλπίδοσ καὶ προθυμίασ ἐδέξαντο πάντεσ αὐτὸν καὶ κατέστησαν ὕπατον τὸ δεύτερον, οὐκ ἐάσαντεσ κλῆρον γενέσθαι, καθάπερ εἰώθει, περὶ τῶν ἐπαρχιῶν, ἀλλ’ εὐθὺσ ἐκείνῳ ψηφισάμενοι τοῦ Μακεδονικοῦ πολέμου τὴν ἡγεμονίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기