- 텍스트

Plutarch, Aemilius Paulus, chapter 9 2:

(플루타르코스, Aemilius Paulus, chapter 9 2:)

Πόπλιόν τε γὰρ Λικίννιον ἐμβαλόντα πρῶτον εἰς Μακεδονίαν τρεψάμενος ἱππομαχίᾳ δισχιλίους πεντακοσίους ἄνδρας ἀγαθοὺς ἀπέκτεινε καὶ ζῶντας ἄλλους ἑξακοσίους ἔλαβε, τοῦ τε ναυστάθμου περὶ Ὠρεὸν ὁρμοῦντος ἀπροσδόκητον ἐπίπλουν θέμενος εἴκοσι μὲν αὐτοφόρτους ὁλκάδας ἐχειρώσατο, τὰς δ ἄλλας σίτου γεμούσας κατέδυσεν:? ἐκράτησε δὲ καὶ πεντηρικά τέσσαρα, καὶ μάχην ἐπολέμησε τὸ δεύτερον, ἐν ᾗ τὸν ὑπατικὸν Ὁστίλιον ἀπεκρούσατο καταβιαζόμενον κατὰ τὰς Ἐλιμίας:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION