호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρώτην γοῦν τῶν ἐπιφανῶν ἀρχῶν ἀγορανομίαν μετελθών προεκρίθη δεκαδυοῖν ἀνδρῶν συναπογραψαμένων, οὓς ὕστερον ἅπαντας ὑπατεῦσαι λέγουσι.? ἐπισκόπους καὶ φύλακας, οὕτω προσέσχε τοῖς πατρῴοις ἔθεσι καὶ κατενόησε τὴν τῶν παλαιῶν περὶ τὸ θεῖον εὐλάβειαν ὥστε τιμήν τινα δοκοῦσαν εἶναι καὶ ζηλουμένην ἄλλως ἕνεκα δόξης τὴν ἱερωσύνην τῶν ἀκροτάτων μίαν ἀποφῆναι τεχνῶν, καὶ μαρτυρῆσαι τοῖς φιλοσόφοις, ὅσοι τὴν εὐσέβειαν ὡρίσαντο θεραπείας θεῶν ἐπιστήμην εἶναι.
πάντα γὰρ ἐδρᾶτο μετ ἐμπειρίας ὑπ αὐτοῦ καὶ σπουδῆς, σχολὴν τῶν ἄλλων ἄγοντος ὅτε γίγνοιτο πρὸς τούτῳ, καὶ παραλείποντος οὐδὲν οὐδὲ καινοτομοῦντος, ἀλλὰ καὶ τοῖς συνιερεῦσιν ἀεὶ καὶ περὶ τῶν μικρῶν διαφερομένου, καὶ διδάσκοντος ὡς εἰ τὸ θεῖον εὔκολόν τις ἡγεῖται καὶ ἀμεμφὲς εἶναι τῶν ἀμελειῶν, ἀλλὰ τῇ γε πόλει χαλεπὸν ἡ περὶ ταῦτα συγγνώμη καὶ παρόρασις:
οὐδεὶς γὰρ ἐξ ἀρχῆς εὐθὺς μεγάλῳ παρανομήματι κινεῖ πολιτείαν, ἀλλὰ καὶ τὴν τῶν μειζόνων φρουρὰν καταλύουσιν οἱ προϊέμενοι τὴν ἐν τοῖς μικροῖς ἀκρίβειαν. ὅμοιον δὲ καὶ τῶν στρατιωτικῶν ἐθῶν τε καὶ πατρίων ἐξεταστὴν καὶ φύλακα παρεῖχεν ἑαυτόν, οὐ δημαγωγῶν ἐν τῷ στρατηγεῖν, οὐδ, ὥσπερ οἱ πλεῖστοι τότε, δευτέρας ἀρχὰς ταῖς πρώταις μνώμενος διὰ τοῦ χαρίζεσθαι καὶ πρᾷος εἶναι τοῖς ἀρχομένοις, ἀλλ ὥσπερ ἱερεὺς ἄλλων ὀργίων δεινῶν, τῶν περὶ τὰς στρατείας ἐθῶν ἐξηγούμενος ἕκαστα, καὶ φοβερὸς ὢν τοῖς ἀπειθοῦσι καὶ παραβαίνουσιν, ὤρθου τὴν πατρίδα, μικροῦ δεῖν πάρεργον ἡγούμενος τὸ νικᾶν τοὺς πολεμίους τοῦ παιδεύειν τοὺς πολίτας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기