- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ.?, 41.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 41.)

Ἢν δὲ ὑπερβῇ τὸ ἄρθρον ἢ ἔνθα ἢ ἔνθα ὑπὲρ τὸ ὀστέον τοῦ πήχεος τὸ ἐξέχον ἐς τὸ κοῖλον τοῦ βραχίονος, γίνεται μὲν οὖν ὀλιγάκις τοῦτο, ἢν δὲ γένηται, οὐκ ἔτι ὁμοίως ἡ κατάτασις ἡ ἐς τὴν ἰθυωρίην γινομένη ἐπιτηδείη τῶν τοιουτέων ὀλισθημάτων κωλύει γὰρ ἐν τῇ τοιαύτῃ κατατάσει τὸ ἀπὸ τοῦ πήχεος ὑπσρέχον ὀστέον τὴν ὁπέρβασιν τοῦ βραχίονος. Χρὴ τοίνυν τοῖσιν οὕτως ἐκβεβληκόσι τὴν κατάτασιν ποιέεσθαι τοιαύτην, οἱήπερ πρόσθεν γέγραπται, ἐπήν τις ὀστέα βραχίονος κατεηγότα ἐπιδέῃ, ἀπὸ μὲν τῆς μασχάλης ἐς τὸ ἄνω τείνεσθαι, ἀπὸ δὲ τοῦ ἀγκῶνος αὐτοῦ ἐς τὸ κάτω ἀναγκάζειν, οὕτω γὰρ ἂν μάλιστα ὁ βραχίων ὑπεραιωρηθείη ὑπὲρ τῆς ἑωυτοῦ βαθμίδος‧ ἢν δὲ ὑπεραιωρηθῇ, Ῥηϊδίη ἡ κατάστασις, τοῖσι θέναρσι τῶν χειρῶν τὸ μὲν ἐξεστεὸς τοῦ βραχίονος ἐμβάλλοντα ὠθέειν, τὸ δὲ ἐς τὸ τοῦ πήχεος ὀστέον τὸ παρὰ τὸ ἄρθρον ἐμβάλλοντα ἀντωθέειν, τὸν αὐτὸν τρόπον ἄμφω. Ἴσως μέντοι ἡ τοιαύτη κατάτασις τοῦ τοιούτου ὀλισθήματος δικαιοτάτη‧ ἐμβληθείη δ ἂν καὶ ἀπὸ τῆς ἐς ἰθὺ κατατάσιος, ἧσσον δὲ ἢ οὕτω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION