호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τὰ δὲ ὀλισθήματα τὰ κατὰ τὰ γούνατα, καὶ τὰ διακινήματα τῶν ὀστέων εὐηθέστερα πουλὺ τῶν κατ ἀγκῶνα κινημάτων καὶ ὀλισθημάτων. Τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει, ἢ τὸ τοῦ βραχίονος, καὶ δικαίην φύσιν μοῦνον ἔχον, καὶ ταύτην περιφερέα‧ τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείονας ἔχον. Πρὸς δὲ τούτοις, τὰ μὲν τῆς κνήμης ὀστέα παραπλήσια μῆκός ἐστι, καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν, ἀφ οὗ περ πέφυκεν ὁ ἔξω τένων ὁ παρὰ τὴν ἰγνύην‧ τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστιν, καὶ τὸ βραχύτερον παχύτερον συχνῷ, τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει τὸ ἄρθρον‧ ἑξήρτηται μέντοι καὶ τοῦτο τῶν νεύρων κατὰ τὴν κοινὴν ξύμφυσιν τῶν ὀστέων‧ πλεῖον δὲ μέρος ἔχει τῆς ἐξαρτήσιος των νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον, ἤπερ τὸ παχύ. Ἡ μὲν οὖν φύσις τοιουτότροπος τῶν ἄρθρων τούτων καὶ τῶν ὀστέων τοῦ ἀγκῶνος. Καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ τὸ γόνυ ὀστέα πολλάκις μὲν ὀλισθάνει, Ῥηϊδίως δὲ ἐμπίπτει‧ φλεγμονὴ δὲ οὐ μεγαλη προσγίνεται, οὐδὲ δεσμὸς τοῦ ἄρθρου. Ὀλισθάνει δὲ τὰ πλεῖστα ἐς τὸ ἔσω μέρος, ἔστι δ ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴ ἰγνύην. Τούτων ἁπάντων αἱ ἐμβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω ὀλισθάνοντα, καθῆσθαι μὲν χρὴ τὸν ἄνθρωπον ἐπὶ χαμαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὴν πολλῷ. Κατάτασις δὲ ὡς ἐπὶ τὸ πουλὺ μετρίη ἀρκέει, τῇ μὲν κατατείνειν τὴν κνήμην, τῇ δὲ ἀντιτείνειν τὸν μηρόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기