- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ.?, 35.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 35.)

Ιἠτρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται ἐπὶ τῶν ἀποστησομένων ὀστέων. Φυλάσσεσθαι δὲ χρὴ μὴ ψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον‧ Ῥιγέων γὰρ πυρετωδέων κίνδυνος‧ κίνδυνος δὲ καὶ σπασμῶν‧ προκαλέεται γὰρ σπασμὸν τὰ ψυχρὰ, ποτὶ δὲ καὶ ἕλκη. Εἰδέναι δὲ χρὴ, ὅτι ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γίνεσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύεται, καὶ οἷς ὅλος ὁ κύκλος τοῦ ὀστέου ἀπέστη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION