- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ.?, 29.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 29.)

Ὁκόσοισι δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε ἐξ ἀρχῆς προγνῷς, ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκ ἔτι τῆς αὐτῆς ἰητρείης δεῖται‧ ἀλλὰ τὰς μὲν κατατάσιας, καὶ τὰς διορθώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται‧ σπλῆνας δὲ χρὴ διπλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους, μὴ ἐλάσσους ὁκοῖον δὲ ἄν τι καὶ τὸ τρῶμα ἦ, πρὸς τοῦτο τεκμαίρεσθαἰ, μῆκος δὲ βραχυτέρους μὲν μὴ ὀλίγῳ, ἢ ὥστε δὶς περιικνέεσθαι περὶ τὸ τετρωμένον, μακροτέρους δὲ συχνῷ, ἢ ὥστε ἅπαξ περιικνέεσθαι, πλῆθος δὲ, ὁκόσους ἂν ξυμφέρῃ, ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα, χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσσοντα τὰς ἀρχὰς ἀφιέναι. Ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος ποιέειν, καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος‧ καὶ πεπιέχθω μὲν μὴ, ἀλλ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος προσκείσθω. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν, ἤ τι τῶν ἐναίμων, ἤ τι τῶν ἄλλων φαρμάκων, ὅ τι ξύντροφόν ἐστιν ἐπιτέγξει. Καὶ ἢν μὲν ἡ ὡρ´η θερινὴ ᾖ, ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆνας πυκνά‧ ἢν δὲ χειμερινὴ ἡ ὡρ´η ᾖ, εἰρία πουλλὰ Ῥυπαρὰ, νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ, ἐπικείσθω. Ἰξαλῆν δὲ χρὴ ὑποτετάσθαι, καὶ εὐαπόῤῬυτα ποιέειν, φυλάσσοντα τοὺς ὑποῤῬόους, μεμνημένον ὅτι οἱ τόποι οἱ ἐν τοῖσιν αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι, ἐκτρίμματα δυσάκεστα ποιέουσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION