- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ.?, 28.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 28.)

Ἢν δ ἄρα ἐξαπατηθῇς ἐν τοῖσι νεοτρώτοισι, μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ ἐπίδοξα ᾖ ἀναπλῶσαι, οὐ χρὴ ὀῤῬωδέειν τοῦτον τὸν τρόπον τῆς ἰητρείης‧ οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἱό῀ς τε ᾖς τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι. Σημεῖον δὲ τόδε, ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς ἰητρείης‧ πῦον γὰρ συχνὸν Ῥέει ἐκ τοῦ ἕλκεος, καὶ ὀργᾷν φαίνεται. Πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον‧ ἐπεὶ ἄλλως τε καὶ ἀπύρετοι γίνονται, ἢν μὴ κάρτα πιέζωνται ὑπο τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος, καὶ τὰ περιέχοντα ἰσχνά. Ὅσαι μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες, οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλ ἢ χαλαρωτέρως ἐπίδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ πῦον, ἀλλ εὐαπόῤῬυτον ᾖ, καὶ πυκνότερον μετεπιδεῖν, ἔστ ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION