- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ.?, 16.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 16.)

Ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν τοῖσιν ὀθονίοισι κατατεταμένα, ἤν τ ἐπὶ δεξιὰ, ἤν τ ἐπ ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισι τὰ πρῶτα ὀθόνια‧ βαλλέσθω δὲ τὴν ἀρχὴν τοῦ ὀθονίου κατὰ τὸ κάτηγμα, καὶ περιβαλλέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολάς‧ κἄπειτα νεμέσθω ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασιν εἴρηται. Τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι, καὶ μακρότερα καὶ πλέω πουλὺ τὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. Ἐπὴν δὲ ἐπιδήσῃς, καταθεῖναι ἐφ ὁμαλοῦ τινος καὶ μαλθακοῦ, ὥστε μὴ διεστράφθαι ἢ τῇ, ἢ τῇ, μήτε λορδὸν, μήτε κυφὸν εἶναι‧ μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον, ἢ λίνεον, ἢ ἐρίνεον, μὴ σκληρὸν, λαπαρὸν μέσον κατὰ μῆκος ποιήσαντα, ὑποθεῖναι, ἢ ἄλλο τι ὃ τούτῳ ἐοίκεν. Περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅ τι ξυμβουλεύσω, εἰ ὑποτιθέναι χρὴ ἢ οὔ. Ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες οἰόνται. Οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν, ὡς οἰόνται‧ οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα, ἢ ἔνθα, ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελῆται αὐτὸς ὥνθρωπος. οὔτε αὖ τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι ἢ τῇ ἢ τῇ. Ἀλλὰ μὴν ἀστεργέστερον ξύλον ὑποτετάσθαι, ἢν μὴ ὁμῶς ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. Εὐχρηστότατον δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσι, καὶ ἐν τῇσιν ἐς ἄφοδον προχωρήσεσιν. Ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι‧ πιθανώτερον δὲ τοῖσι δημότῃσίν ἐστι, καὶ τὸν ἰητρὸν ἀναμαρτητότερον εἶναι, ἢν σωλὴν ὑποκέηται‧ καίτοι ἀτεχνέστερόν γέ ἐστιν. Δεῖ μὲν γὰρ ἐφ ὁμαλοῦ καὶ μαλθακοῦ κεῖσθαι πάντη πάντως ἐς ἰθύ‧ ἐπεί τοί γε ἀνάγκη κρατηθῆναι τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ θέσει, ὅποι ἂν Ῥέπῃ, καὶ ὁκόσα ἂν Ῥέπῃ. Ὑποκρινέσθω δὲ ὁ ἐπιδεδεμένος ταὐτὰ, ἅπερ καὶ πρότερον εἴρηται‧ καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι, καὶ τὸ οἴδημα οὕτως ἐξαείρεσθαι ἐς τὰ ἄκρεα, καὶ τὰς χαλάσιας οὕτω, καὶ τὰς μετεπιδέσιας διὰ τρίτης, καὶ εὑρισκέσθω ἰσχνότερον τὸ ἐπιδεόμενον, καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον ποιέεσθαι, καὶ πλέοσι τοῖσιν ὀθονίοισιν‧ περιλαμβάνειν τε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ τοῦ γούνατος τὸ τρῶμα. Κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν ἐφ ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα‧ ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα τῆς κατατάσιος μᾶλλον. Ἐπὴν δὲ ἑβδομαῖος, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος γένηται, τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασιν εἴρηται. Τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάσσεσθαι κατά τε τῶν σφυρῶν τὴν ἴξιν, καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. Ὀστέα δὲ κνήμης κρατύνεται ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἢν ὀρθῶς ἰητρεύηται. Ἢν δὲ ὑποπτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος, ἤ τινα ἕλκωσιν ὀῤῬωδέῃς, ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετισάμενον μετεπιδῆσαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION