- 텍스트

Epictetus, Works, book 4, Περὶ συμπεριφορᾶς.?

(에픽테토스, Works, book 4, Περὶ συμπεριφορᾶς.)

Τούτῳ τῷ τόπῳ πρὸ πάντων σε δεῖ προσέχειν, μή ποτε ἄρα τῶν προτέρων συνήθων ἢ φίλων ἀνακραθῇς τινι οὕτως, ὥστ εἰς τὰ αὐτὰ συγκαταβῆναι αὐτῷ: εἰ δὲ μή, ἀπολεῖς σεαυτόν. ἂν δέ ς ὑποτρέχῃ ὅτι "ἀδέξιος αὐτῷ φανοῦμαι καὶ οὐχ ὁμοίως ἕξει ὡς πρότερον", μέμνησο, ὅτι προῖκα οὐδὲν γίνεται οὐδ ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα [μὴ] τὸν αὐτὸν εἶναι τῷ ποτέ.

ὁμοίως φιλεῖσθαι ὑφ ὧν πρότερον ὅμοιος ὢν τῷ πρότερον σεαυτῷ ἢ κρείσσων ὢν μὴ τυγχάνειν τῶν ἴσων.

εἰ γὰρ τοῦτο κρεῖσσον, αὐτόθεν ἀπόνευσον ἐπὶ τοῦτο μηδέ σε περισπάτωσαν οἱ ἕτεροι διαλογισμοί.

οὐδεὶς γὰρ ἐπαμφοτερίζων δύναται προκόψαι, ἀλλ εἰ τοῦτο πάντων προκέκρικας, εἰ πρὸς τούτῳ μόνῳ θέλεις εἶναι, εἰ τοῦτο ἐκπονῆσαι, ἄφες ἅπαντα τἆλλα: εἰ δὲ μή, οὗτος ὁ ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει, οὔτε προκόψεις κατ ἀξίαν οὔτ ἐκείνων τεύξῃ, ὧν πρότερον ἐτύγχανες.

πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς συνοῦσιν.

οὐ δύνασαι δ ἐν ἀμφοτέρῳ τῷ εἴδει διενεγκεῖν:

ἀλλ ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῇς, ἀπολείπεσθαί ς ἐν θατέρῳ. οὐ δύνασαι μὴ πίνων μεθ ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι: ἑλοῦ οὖν, πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις ἢ νήφων ἀηδής. οὐ δύνασαι μὴ ᾄδων μεθ ὧν ᾖδες ὁμοίως φιλεῖσθαι ὑπ αὐτῶν: ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον θέλεις. εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τινα "ἡδὺς ἄνθρωπος", ἄφες τὰ ἕτερα, ἀπόγνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς.

εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία:

γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν καὶ ποίει τὰ ἑξῆς καὶ τεύξῃ ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῷ ὀρχηστῇ. διάφορα δ οὕτως πρόσωπα οὐ μίγνυται:

οὐ δύνασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέλῃς, κυρτόν σε εἶναι δεῖ, φαλακρόν: ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὑποτεταγμένους φιλοῦντα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION