- 텍스트

Dionysius of Halicarnassus, Epistula ad Pompeium Geminum, chapter 3 13:

(디오니시오스, Epistula ad Pompeium Geminum, chapter 3 13:)

μετὰ τοῦτο ἔργον ἐστὶν ἱστορικοῦ διελέσθαι τε καὶ τάξαι τῶν δηλουμένων ἕκαστον ἐν ᾧ δεῖ τόπῳ.? πῶς οὖν ἑκάτερος διαιρεῖται καὶ τάττει τὰ λεγόμενα· Θουκυδίδης μὲν τοῖς χρόνοις ἀκολουθῶν, Ἡρόδοτος δὲ ταῖς περιοχαῖς τῶν πραγμάτων. καὶ γίγνεται Θουκυδίδης μὲν ἀσαφὴς καὶ δυσπαρακολούθητος: πολλῶν γὰρ κατὰ τὸ αὐτὸ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων ἐν διαφόροις ὡς εἰκὸς τόποις, ἡμιτελεῖς τὰς πρώτας πράξεις καταλιπὼν ἑτέρων ἅπτεται : πλανώμεθα δὴ καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν ταραττομένης τῆς διανοίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION