호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆσ σοφίησ πάσησ ἐν ἐμοὶ τέλοσ· ἢν δέ τι πλεῖον, Πυθαγόρῃ τὠμῷ λέγε ταῦθ’, ὅτι πρῶτοσ ἁπάντων ἔστιν ἀν’ Ἑλλάδα γῆν· οὐ ψεύδομαι ὧδ’ ἀγορεύων. Ιὤν δ’ ὁ Χῖόσ φησιν περὶ αὐτοῦ. ὣσ ὁ μὲν ἠνορέῃ τε κεκασμένοσ ἠδὲ καὶ αἰδοῖ καὶ φθίμενοσ ψυχῇ τερπνὸν ἔχει βίοτον, εἴπερ Πυθαγόρησ ἐτύμωσ ὁ σοφὸσ περὶ πάντων ἀνθρώπων γνώμασ ᾔδεε κἀξέμαθεν. Ἐστι καὶ ἡμῶν οὕτωσ ἔχον τῷ μέτρῳ τῷ Φερεκρατείῳ· τὸν κλεινὸν Φερεκύδην, ὃν τίκτει ποτὲ Σῦροσ, ἐσ φθεῖρασ λόγοσ ἐστὶν ἀλλάξαι τὸ πρὶν εἶδοσ, θεῖναί τ’ εὐθὺ κελεύειν Μαγνήτων, ἵνα νίκην δοίη τοῖσ Ἐφέσοιο γενναίοισ πολιήταισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기