호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θεόπομποσ δ’ ἐν τοῖσ Θαυμασίοισ, κατασκευάζοντοσ αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ, "Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διόσ· Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπ’ Ἀρκάδων, καθάπερ προείρηται· καὶ δὴ καὶ ἐλήφθησαν πρὸσ Ὀρχομενῷ. Γηρᾶσαί τ’ ἐν τοσαύταισ ἡμέραισ αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ τοῦτό φησι Θεόπομποσ. Μυρωνιανὸσ δὲ ἐν Ὁμοίοισ φησὶν ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτεσ· καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρ’ ἑαυτοῖσ κατά τι λόγιον, ὥσ φησι Σωσίβιοσ ὁ Λάκων. Γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, ὅ τε γενεαλόγοσ καὶ τρίτοσ ὁ Δωρίδι γεγραφὼσ περὶ Ῥόδου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기