- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ?, Kef. i'. EPIMENIDHS 5:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Kef. i'. EPIMENIDHS 5:)

αἰ γὰρ ἔτι θητευόντεσσιν Ἀθηναίοις καὶ μὴ εὐνομημένοις ἐπεθήκατο Πεισίστρατος, εἶχέ κα τὰν ἀρχὰν ἀεί, ἀνδραποδιξάμενος τὼς πολιήτας: νῦν δὲ οὐ κακὼς ἄνδρας δουλῶται: τοὶ μεμναμένοι τᾶς Σόλωνος μανύσιος ἀλγιόντι πεδ αἰσχύνας οὐδὲ ἀνεξοῦνται τυραννούμενοι. ἀλλ αἴ κα Πεισίστρατος <αὐτὸς> κατασχέθῃ τὰν πόλιν, οὐ μὰν ἐς παῖδάς γε τήνω ἔλπομαι τὸ κράτος ἵξεσθαι: δυσμάχανον γὰρ ἀνθρώπως ἐλευθεριάξαντας ἐν τεθμοῖς ἀρίστοις δούλως ἦμεν. τὺ δὲ μὴ ἀλᾶσθαι, ἀλλ ἑρ´πε ἐς Κρήτην ποθ ἁμέ. τουτᾶ γὰρ οὐκ ἐσεῖταί τιν δεινὸς ὁ μόναρχος: αἰ δέ πη ἐπ ἀλατείᾳ ἐγκύρσωντί τοι τοὶ τήνω φίλοι, δειμαίνω μή τι δεινὸν πάθῃς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION