호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὅταν εἰσέλθῃ πάλιν, ζητείτω τί ἔπραξε. συνεβούλευέ τε εὖ τὸ σῶμα ἀσκεῖν: φιλήκοον εἶναι μᾶλλον ἢ φιλόλαλον: [φιλομαθῆ μᾶλλον ἢ ἀμαθῆ: ] γλῶσσαν εὔφημον ἴσχειν: ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον: ἀδικίαν φεύγειν: πόλει τὰ βέλτιστα συμβουλεύειν: ἡδονῆς κρατεῖν: βίᾳ μηδὲν πράττειν: τέκνα παιδεύειν: ἐχθρὰν διαλύειν. γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων: τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνειν. οἰκέτην παρ οἶνον μὴ κολάζειν, δοκεῖν γὰρ ἂν παροινεῖν. γαμεῖν ἐκ τῶν ὁμοίων: ἂν γὰρ ἐκ τῶν κρειττόνων λάβῃς, φησί, δεσπότας κτήσῃ τοὺς συγγενέας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기