호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν: ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης: βροντή τ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς: ἀνδρῶνδ ἐκ μεγάλωνπόλις ὄλλυται: ἐς δὲ μονάρχου δῆμος ἀϊδρίῃ δουλοσύνην ἔπεσεν. Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, "ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ," ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν. ὅτε καὶ ἐρωτηθεὶς ὑπ αὐτοῦ, "τίς σοι δοκεῖ εὐδαίμων· "Τέλλος," ἔφη, "Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων" καὶ τὰ θρυλούμενα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기