호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τῶν τε ᾀδομένων αὐτοῦ τάδε εἶναι· οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν· ἕν τι μάτευε σοφόν, ἕν τι κεδνὸν αἱροῦ· δήσεισ γὰρ ἀνδρῶν κωτίλων γλώσσασ ἀπεραντολόγουσ. Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε· πρεσβύτατον τῶν ὄντων θεόσ· ἀγένητον γάρ. κάλλιστον κόσμοσ· ποίημα γὰρ θεοῦ. μέγιστον τόποσ· ἅπαντα γὰρ χωρεῖ. τάχιστον νοῦσ· διὰ παντὸσ γὰρ τρέχει. ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων. σοφώτατον χρόνοσ· ἀνευρίσκει γὰρ πάντα. οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. "σὺ οὖν," ἔφη τισ, "διὰ τί οὐκ ἀποθνήσκεισ; "ὅτι," ἔφη, "οὐδὲν διαφέρει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기