호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κῴοισ μὲν οὖν τοῦτον ἐχρήσθη τὸν τρόπον· οὐ πρότερον λήξει νεῖκοσ Μερόπων καὶ Ιὤνων, πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστοσ βάλε πόντῳ, ἐκ πόλιοσ πέμψητε καὶ ἐσ δόμον ἀνδρὸσ ἵκηται, ὃσ σοφὸσ ᾖ τὰ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα. Μιλησίοισ δέ· ἔκγονε Μιλήτου, τρίποδοσ πέρι Φοῖβον ἐρωτᾷσ; καὶ ὡσ προείρηται. καὶ τόδε μὲν οὕτωσ. Ἕρμιπποσ δ’ ἐν τοῖσ Βίοισ εἰσ τοῦτον ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτουσ. ἔφασκε γάρ, φασί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ Τύχῃ· πρῶτον μὲν ὅτι ἄνθρωποσ ἐγενόμην καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαροσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기