호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔτι δὲ πρὸ ὀλίγου καὶ ἐκλεκτική τισ αἱρ́εσισ εἰσήχθη ὑπὸ Ποτάμωνοσ τοῦ Ἀλεξανδρέωσ, ἐκλεξα‐ μένου τὰ ἀρέσκοντα ἐξ ἑκάστησ τῶν αἱρέσεων. ἀρέσκει δ’ αὐτῷ, καθά φησιν ἐν τῇ Στοιχειώσει, κριτήρια τῆσ ἀληθείασ εἶναι· τὸ μὲν ὡσ ὑφ’ οὗ γίνεται ἡ κρίσισ, τουτέστι τὸ ἡγεμονικόν· τὸ δὲ ὡσ δι’ οὗ, οἱο͂ν τὴν ἀκριβεστάτην φαντασίαν. ἀρχάσ τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποιότητά τε καὶ τόπον· ἐξ οὗ γὰρ καὶ ὑφ’ οὗ καὶ ποίῳ καὶ ἐν ᾧ. τέλοσ δὲ εἶναι ἐφ’ ὃ πάντα ἀναφέρεται, ζωὴν κατὰ πᾶσαν ἀρετὴν τελείαν, οὐκ ἄνευ τῶν τοῦ σώματοσ κατὰ φύσιν καὶ τῶν ἐκτόσ. Λεκτέον δὲ περὶ αὐτῶν τῶν ἀνδρῶν, καὶ πρῶτόν γε περὶ Θαλοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기