- 텍스트

Arrian, Anabasis, book 5, chapter 29

(아리아노스, Anabasis, book 5, chapter 29)

Οἱ δὲ ἐβόων τε οἱᾶ ἂν ὄχλος ξυμμιγὴς χαίρων βοήσειε καὶ ἐδάκρυον οἱ πολλοὶ αὐτῶν:? οἱ δὲ καὶ τῇ σκηνῇ τῇ βασιλικῇ πελάζοντες ηὔχοντο Ἀλεξάνδρῳ πολλὰ καὶ ἀγαθά, ὅτι πρὸς σφῶν μόνων νικηθῆναι ἠνέσχετο. ἔνθα δὴ διελὼν κατὰ τάξεις τὴν στρατιὰν δώδεκα βωμοὺς κατασκευάζειν προστάττει, ὕψος μὲν κατὰ τοὺς μεγίστους πύργους, εὖρος δὲ μείζονας ἔτι ἢ κατὰ πύργους, χαριστήρια τοῖς θεοῖς τοῖς ἐς τοσόνδε ἀγαγοῦσιν αὐτὸν νικῶντα καὶ μνημεῖα τῶν αὑτοῦ πόνων. ὡς δὲ κατεσκευασμένοι αὐτῷ οἱ βωμοὶ ἦσαν, θύει δὴ ἐπ᾿ αὐτῶν ὡς νόμος καὶ ἀγῶνα ποιεῖ γυμνικόν τε καὶ ἱππικόν.

καὶ τὴν μὲν χώραν τὴν μέχρι τοῦ Ὑφάσιος ποταμοῦ Πώρῳ ἄρχειν προσέθηκεν, αὐτὸς δὲ ἐπὶ τὸν Ὑδραώτην ἀνέστρεφε. διαβὰς δὲ τὸν Ὑδραώτην, ἐπὶ τὸν Ἀκεσίνην αὖ ἐπανῄει ὀπίσω. καὶ ἐνταῦθα καταλαμβάνει τὴν πόλιν ἐξῳκοδομημένην, ἥντινα Ἡφαιστίων αὐτῷ ἐκτειχίσαι ἐτάχθη:

καὶ ἐς ταύτην ξυνοικίσας τῶν τε προσχώρων ὅσοι ἐθελονταὶ κατῳκίζοντο καὶ τῶν μισθοφόρων ὅ τι περ ἀπόμαχον, αὐτὸς τὰ ἐπὶ τῷ κατάπλῳ παρεσκευάζετο τῷ ἐς τὴν μεγάλην θάλασσαν. Ἐν τούτῳ δὲ ἀφίκοντο πρὸς αὐτὸν Ἀρσάκης τε ὁ τῆς ὁμόρου Ἀβισάρῃ χώρας ὕπαρχος καὶ ὁ ἀδελφὸς Ἀβισάρου καὶ οἱ ἄλλοι οἰκεῖοι, δῶρά τε κομίζοντες ἃ μέγιστα παῤ Ἰνδοῖς καὶ τοὺς παῤ Ἀβισάρου ἐλέφαντας, ἀριθμὸν ἐς τριάκοντα:

Ἀβισάρην γὰρ νόσῳ ἀδύνατον γενέσθαι ἐλθεῖν. ξυνέβαινον δὲ τούτοις καὶ οἱ παρὰ Ἀλεξάνδρου ἐκπεμφθέντες πρέσβεις πρὸς Ἀβισάρην. καὶ ταῦτα οὐ χαλεπῶς πιστεύσας οὕτως ἔχειν Ἀβισάρῃ τε τῆς αὑτοῦ χώρας σατραπεύειν ἔδωκεν καὶ Ἀρσάκην τῇ Ἀβισάρου ἐπικρατείᾳ προσέθηκεν:

καὶ φόρους οὕστινας ἀποίσουσι τάξας θύει αὖ καὶ ἐπὶ τῷ Ἀκεσίνῃ ποταμῷ. καὶ τὸν Ἀκεσίνην αὖ διαβὰς ἐπὶ τὸν Ὑδάσπην ἧκεν, ἵνα καὶ τῶν πόλεων τῆς τε Νικαίας καὶ τῶν Βουκεφάλων ὅσα πρὸς τῶν ὄμβρων πεπονηκότα ἦν ξὺν τῇ στρατιᾷ ἐπεσκεύασε καὶ τὰ ἄλλα τὰ κατὰ τὴν χώραν ἐκόσμει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION