호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τῶν πλοίων δὲ τὰ πολλὰ αὐτῷ ξυντετμημένα παρεκεκόμιστο ἐσ τὸν χῶρον τοῦτον καὶ ἀφανῶσ αὖθισ ξυμπεπηγμένα ἐν τῇ ὕλῃ ἐκρύπτετο, τά τε ἄλλα καὶ αἱ τριακόντοροι. ὑπὸ δὲ τὴν ἑώ ὅ τε ἄνεμοσ καὶ ὁ ὄμβροσ κεκοίμητο. καὶ ἡ μὲν ἄλλη στρατιὰ αὐτῷ ἡ ἱππικὴ τῶν διφθερῶν ἐπιβᾶσα καὶ ὅσουσ τῶν πεζῶν τὰ πλοῖα ἐδέχετο ἐπέρα κατὰ τὴν νῆσον, ὡσ μὴ πρόσθεν ὀφθεῖεν πρὸσ τῶν σκοπῶν τῶν ἐκ πώρου καθεστηκότων πρὶν παραλλάξαντασ τὴν νῆσον ὀλίγον ἔτι ἀπέχειν τῆσ ὄχθησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기