- 텍스트

Arrian, Anabasis, book 5, chapter 9 4:

(아리아노스, Anabasis, book 5, chapter 9 4:)

ἄλλως τε ἐν μὲν τῷ τότε οἱ ποταμοὶ πάντες οἱ Ἰνδικοὶ πολλοῦ τε ὕδατος καὶ θολεροῦ ἔρρεον καὶ ὀξέος τοῦ ῥεύματος:? ἦν γὰρ ὡρ´α ἔτους ᾗ μετὰ τροπὰς μάλιστα τὰς ἐν θέρει τρέπεται ὁ ἥλιος: ταύτῃ δὲ τῇ ὡρ´ᾳ ὕδατά τε ἐξ οὐρανοῦ ἀθρόα τε καταφέρεται ἐς τὴν γῆν τὴν Ἰνδικὴν καὶ αἱ χιόνες αἱ τοῦ Καυκάσου, ἔνθενπερ τῶν πολλῶν ποταμῶν αἱ πηγαί εἰσι, κατατηκόμεναι αὔξουσιν αὐτοῖς τὸ ὕδωρ ἐπὶ μέγα: χειμῶνος δὲ ἔμπαλιν ἴσχουσιν ὀλίγοι τε γίγνονται καὶ καθαροὶ ἰδεῖν καὶ ἔστιν ὅπου περάσιμοι, πλήν γε δὴ τοῦ Ἰνδοῦ καὶ Γάγγου καὶ τυχὸν καὶ ἄλλου του: ἀλλ᾿ ὅ γε Ὑδάσπης περατὸς γίνεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION