호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὲν ἐποιήθη Ἀλεξάνδρῳ οὔτε Ἀριστόβουλος οὔτε Πτολεμαῖος, οἷς μάλιστα ἐγὼ ἕπομαι, λέγουσιν:? οὐδὲ αὐτὸς ἔχω ἀτρεκῶς εἰκάσαι, πότερα πλοίοις ἐζεύχθη ὁ πόρος, καθάπερ οὖν ὁ Ἑλλήσποντός τε πρὸς Ξέρξου καὶ ὁ Βόσπορός τε καὶ ὁ Ἴστρος πρὸς Δαρείου, ἢ γέφυρα κατὰ τοῦ ποταμοῦ διηνεκὴς ἐποιήθη αὐτῷ: δοκεῖ δ᾿ ἔμοιγε πλοίοις μᾶλλον ζευχθῆναι: οὐ γὰρ ἂν δέξασθαι γέφυραν τὸ βάθος τοῦ ὕδατος, οὐδ᾿ ἂν ἐν τοσῷδε χρόνῳ ἔργον οὕτως ἄτοπον ξυντελεσθῆναι. εἰ δὲ δὴ πλοίοις ἐζεύχθη ὁ πόρος, πότερα ξυντεθεῖσαι αἱ νῆες σχοίνοις καὶ κατὰ στοῖχον ὁρμισθεῖσαι ἐς τὸ ζεῦγμα ἀπήρκεσαν, ὡς λέγει Ἡρόδοτος ζευχθῆναι τὸν Ἑλλήσποντον, ἢ ὅτῳ τρόπῳ Ῥωμαίοις ἐπὶ τῷ Ἴστρῳ ποταμῷ ζεῦγμα ποιεῖται καὶ ἐπὶ τῷ Ῥήνῳ τῷ Κελτικῷ, καὶ τὸν Εὐφράτην καὶ τὸν Τίγρητα, ὁσάκις κατέλαβεν αὐτοὺς ἀνάγκη, ἐγεφύρωσαν, οὐδὲ τοῦτο ἔχω ξυμβαλεῖν.
καίτοι ταχυτάτη γε ὧν ἐγὼ οἶδα Ῥωμαίοις ἡ γεφύρωσις ἡ διὰ τῶν νεῶν γίγνεται, καὶ ταύτην ἐγὼ ἀφηγήσομαι ἐν τῷ παρόντι, ὅτι λόγου ἀξία.
αἱ νῆες αὐτοῖς κατὰ πόρου ἀφίενται ἀπὸ ξυνθήματος, οὐκ ἐπ᾿ εὐθύ, ἀλλὰ καθάπερ αἱ πρύμναν κρουόμεναι. ταύτας ὑποφέρει μέν, οἱᾶ εἰκός, ὁ ῥοῦς, ἀνέχει δὲ κελήτιον ἐπῆρες, ἔστ᾿ ἂν καταστήσῃ ἐς τὸ τεταγμένον χωρίον: καὶ ἐνταῦθα ἤδη καθίεται πλέγματα ἐκ λύγου πυραμοειδῆ πλήρη λίθων λογάδων ἀπὸ πρώρας ἑκάστης νεώς, τοῦ ἀνέχειν τὴν ναῦν πρὸς τὸν ῥοῦν. ἅμα δὲ δὴ μία τις τῶν νεῶν [ἅμα δὲ δὴ] ἐσχέθη, καὶ ἄλλη ἀπὸ ταύτης διέχουσα ὅσον ξύμμετρον πρὸς ἰσχὺν τῶν ἐπιβαλλομένων ἀντίπρωρος πρὸς τὸ ῥεῦμα ὁρμίζεται:
καὶ ἀπ᾿ ἀμφοῖν ξύλα τε ἐς εὐθὺ ὀξέως ἐπιβάλλεται καὶ σανίδες ἐγκάρσιαι ἐς τὸ ξυνδεῖν. καὶ διὰ πασῶν οὕτω τῶν νεῶν, ὅσαι ἱκαναὶ γεφυρῶσαι τὸν πόρον, χωρεῖ τὸ ἔργον. ἑκατέρωθεν δὲ τοῦ ζεύγματος κλίμακες προβάλλονται καταπηγνύμεναι, τοῦ ἀσφαλεστέραν τοῖς τε ἵπποις καὶ τοῖς ζεύγεσι τὴν ἔφοδον γίγνεσθαι, καὶ ἅμα ὡς σύνδεσμος εἶναι τοῦ ζεύγματος.
δἰ ὀλίγου τε ξυντελεῖται ἅπαν καὶ ξὺν πολλῷ θορύβῳ, καὶ τὸ τεταγμένον ἐν τῷ δρωμένῳ ὅμως οὐκ ἄπεστιν, οἵ τε παρακελευσμοὶ ὡς τύχοιεν κατὰ ναῦν ἑκάστην καὶ αἱ ἐπιτιμήσεις τοῦ ἐκλιποῦς οὔτε τὴν κατάκουσιν τῶν παραγγελμάτων οὔτε τὴν ὀξύτητα τοῦ ἔργου ἀφαιροῦνται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기