- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 165

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 165)

ὑπερβὰς τοίνυν ἅπαντα ταῦτα, ὑπὲρ τῶν νυνὶ καθεστηκότων λέξω. Λακεδαιμόνιοι μὲν καὶ τὸ ξενικὸν ἐπέτυχον μάχῃ, καὶ διέφθειραν τοὺς περὶ Κόρραγον στρατιώτας, Ἠλεῖοι δ αὐτοῖς συμμετεβάλοντο καὶ Ἀχαιοὶ πάντες πλὴν Πελληνέων, καὶ Ἀρκαδία πᾶσα πλὴν Μεγάλης πόλεως, αὕτη δὲ ἐπολιορκεῖτο καὶ καθ ἑκάστην ἡμέραν ἐπίδοξος ἦν ἁλῶναι, ὁ δ Ἀλέξανδρος ἔξω τῆς ἄρκτου καὶ τῆς οἰκουμένης ὀλίγου δεῖν πάσης μεθειστήκει, ὁ δὲ Ἀντίπατρος πολὺν χρόνον συνῆγε στρατόπεδον, τὸ δ ἐσόμενον ἄδηλον ἦν. ἐνταῦθ ἡμῖν ἀπόδειξιν ποίησαι, Δημόσθενες, τί ποτ ἦν ἃ ἔπραξας, ἢ τί ποτ ἦν ἃ ἔλεγες: καὶ εἰ βούλει, παραχωρῶ σοι τοῦ βήματος ἑώς ἂν εἴπῃς.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION