호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπ Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτ αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως, ὡρ´μησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην.? ἐγγίζοντος δ αὐτοῦ τῇ πόλει, παρῆν ἀπαντῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς, ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν αὑτοῦ:
ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων:
παραλαβὼν γὰρ ἐν πίστει παρ Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἑώς ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν: μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν αὐτῷ παρ οὐδενὸς ἀποδεδηλῶσθαι. διόπερ ἠξίου τριάκονθ ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν βασιλέα τί δεῖ πράττειν.
ὁ δὲ Γνάιος, θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα, συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως:
καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν. Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ δέκα πρεσβευταὶ καὶ [ὁ] βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης:
καὶ δύ ἡμέρας ἐκ τοῦ πλοῦ προσαναλαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπάμειαν. αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο, σπεύδων συνάψαι τοῖς περὶ τὸν Εὐμένη.
παραγενόμενος δ εἰς τὴν Ἀπάμειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς δέκα, συνήδρευεν περὶ τῶν πραγμάτων.
ἔδοξεν οὖν αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὁρ´κια καὶ τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθεσθαι λόγον, ἀλλ ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι τὰς διαλήψεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기